[ ]
Delos — beg. 2nd c. BC
| corona laurea | |
| 1 | [ἔδοξ]εν τεῖ βουλεῖ καὶ τῶι δήμω[ι]· |
| [Τηλέμνη]στος Ἀριστείδου εἶπεν· στεφ[ανῶ]- | |
| [σαι] Θέωνα Μενίσκου Βυζάντιον δάφνη[ς] | |
| στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν | |
| 5 | ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ ἱεροὶ χ[ο]- |
| ροὶ τῶν παίδων ἀγωνίζωνται, τόδε τὸ κή- | |
| [ρ]υγμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Θέωνα | |
| Μενίσκου Βυζάντιον δάφνης στεφά[νωι] | |
| ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ | |
| 10 | τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον |
| τὸν Δηλίων· Δημόκριτος Παρμενίω- | |
| νος ἐπεψήφισεν. |