[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι δή[μωι]· |
[Τ]ηλέμνηστος Ἀριστείδου ε[ἶ]- | |
[πε]ν· ἐπειδὴ Νίκανδρος Παρμε[νίσ]- | |
[κο]υ Ἁλικαρνασεὺς ἰατρὸς ἀν[ὴρ] | |
5 | ἀγαθὸς ὢν διατελεῖ περί τε |
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δη- | |
[λ]ίων καὶ χρείας παρέχεται κ[αὶ] | |
[κ]οινεῖ καὶ ἰδίαι τοῖς ἐντυν- | |
[χ]άνουσιν αὐτῶι Δηλίων ἐν ․․ | |
10 | ․ετει κατὰ τὴν ἰατρικὴν τέχ- |
[νη]ν φιλότιμον αὑτὸν παρέχε[ται] | |
τοῖς χρείαν ἔχουσιν αὐτοῦ· | |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι [δή]- | |
[μ]ωι· Νίκανδρον Παρμενίσκο[υ] | |
15 | Ἁλικαρνασέα πρόξενον εἶνα[ι] |
καὶ [εὐ]εργ[έτην τοῦ τ]ε ἱερο[ῦ] | |
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐγγ- | |
[ό]νους· ὑπάρχειν δὲ αὐτοῖς ἐν | |
Δήλωι γῆς καὶ οἰκίας ἔγκτη- | |
20 | σιν καὶ προεδρίαν καὶ πρόσοδον |
vacat πρὸς τὴν βουλὴν καὶ τὸν | |
δῆμον πρώτοις μετὰ τὰ ἱερά· δ[ε]- | |
[δόσ]θαι δὲ αὐτοῖς ὑπὸ τοῦ [δήμου] | |
— — — — — — — — — — — — — — — |