[ ] Delos — beg. 2nd c. BC
1 [ἔδοξε]ν τῆι βουλῆι καὶ τῶι δήμωι·
[Τηλέ]μνηστος Ἀριστείδο<υ> εἶπεν· ἐ-
[πειδὴ] Μοιραγένης Ἀμμωνίου Σε-
[λευκε]ὺς ἀνὴρ ἀγαθὸς ὢν διατελε[ῖ]
5 [περί τε] τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
[Δηλίω]ν καὶ χρείας παρέχεται καὶ
[κοινῆι] τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγ-
[χάνο]υσι[ν α]ὐτῶι τῶν πολιτῶν φι-
[λότιμ]ον α[ὑτ]ὸν παρασκευάζει ἐν
10 [παντ]ὶ καιρῶι· ἵνα οὖν ὁ δῆμος εὐ-
[χάρισ]τος ὢν φαίν<η>ται καὶ τιμῶν
οὺς γ]ενομένους ἀγαθοὺς ἄνδρας
[περί τ]ε τὸ ἱερὸν καὶ τὸν δῆμον· δεδό-
[χθαι] τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ-
15 [σαι μὲ]ν Μοιραγένην ἐπί τε τῆι αἱρέ-
[σει ἧι ἔχ]ει περί τε τὸ ἱερὸν καὶ τὸν δῆ-
[μον καὶ εἶν]αι αὐτὸν καὶ πρόξενον καὶ ε[ὐ]-
[εργέτη]ν τοῦ τε ἱεροῦ καὶ τοῦ δήμο[υ]
[τοῦ Δηλί]ων καὶ αὐτὸν καὶ ἐγγόνου[ς]·
20 [εἶναι δὲ] αὐτοῖς ἐν Δήλωι γῆς καὶ
[οἰκίας ἔγκ]τησιν καὶ πρόσοδον πρὸ[ς]
[τὴν βουλὴν] καὶ τὸν δῆμον πρώτοις
[μετὰ τὰ ἱερά· ὑπ]άρχειν δὲ αὐτοῖς καὶ
[τἄλλα πάντα ὅσ]α δέδοται τοῖς π[ρο]-
25 [ξένοις καὶ εὐεργέται]ς· ἀναγράψα[ι]
[δὲ τόδε τὸ ψήφισμα τὴν μ]ὲν βουλὴ[ν]
[εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ]εροπ[οι]-
[οὺς εἰς τὸ ἱερόν — — — — — — — — —].
Search Help
Contact Us