[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔδοξε]ν τῆι βουλῆι καὶ τῶι δήμωι· |
[Τηλέ]μνηστος Ἀριστείδο<υ> εἶπεν· ἐ- | |
[πειδὴ] Μοιραγένης Ἀμμωνίου Σε- | |
[λευκε]ὺς ἀνὴρ ἀγαθὸς ὢν διατελε[ῖ] | |
5 | [περί τε] τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν |
[Δηλίω]ν καὶ χρείας παρέχεται καὶ | |
[κοινῆι] τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγ- | |
[χάνο]υσι[ν α]ὐτῶι τῶν πολιτῶν φι- | |
[λότιμ]ον α[ὑτ]ὸν παρασκευάζει ἐν | |
10 | [παντ]ὶ καιρῶι· ἵνα οὖν ὁ δῆμος εὐ- |
[χάρισ]τος ὢν φαίν<η>ται καὶ τιμῶν | |
[τοὺς γ]ενομένους ἀγαθοὺς ἄνδρας | |
[περί τ]ε τὸ ἱερὸν καὶ τὸν δῆμον· δεδό- | |
[χθαι] τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ- | |
15 | [σαι μὲ]ν Μοιραγένην ἐπί τε τῆι αἱρέ- |
[σει ἧι ἔχ]ει περί τε τὸ ἱερὸν καὶ τὸν δῆ- | |
[μον καὶ εἶν]αι αὐτὸν καὶ πρόξενον καὶ ε[ὐ]- | |
[εργέτη]ν τοῦ τε ἱεροῦ καὶ τοῦ δήμο[υ] | |
[τοῦ Δηλί]ων καὶ αὐτὸν καὶ ἐγγόνου[ς]· | |
20 | [εἶναι δὲ] αὐτοῖς ἐν Δήλωι γῆς καὶ |
[οἰκίας ἔγκ]τησιν καὶ πρόσοδον πρὸ[ς] | |
[τὴν βουλὴν] καὶ τὸν δῆμον πρώτοις | |
[μετὰ τὰ ἱερά· ὑπ]άρχειν δὲ αὐτοῖς καὶ | |
[τἄλλα πάντα ὅσ]α δέδοται τοῖς π[ρο]- | |
25 | [ξένοις καὶ εὐεργέται]ς· ἀναγράψα[ι] |
[δὲ τόδε τὸ ψήφισμα τὴν μ]ὲν βουλὴ[ν] | |
[εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱ]εροπ[οι]- | |
[οὺς εἰς τὸ ἱερόν — — — — — — — — —]. |