[ ] Delos — beg. 2nd c. BC
1 [ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι] δήμ[ωι· — — — —]
[— — — — — — — — — —ο]υ εἶπεν· ἐ[πειδὴ — —]
[— — — δης Ἀλυπάντο]υ καὶ Κίμων — — — —
[— — — καὶ Εὐθ?υκρά]της Εὐκράτου Γ̣— — —
5 — — — — — —#⁷ινωι τὴμ πᾶσαν σ[πουδὴν]
[καὶ ἐπιμέλειαν] ἐποιήσαντο ὑπὲρ ὧ[ν ὁ δῆ]-
[μος? ἀπέστ]ειλεν ἔν τε τοῖς ἄλλοις χ̣[ρεί]-
[ας παρέχο]νται Δηλίοις καὶ κοινεῖ κ[αὶ] ἰδί[αι]
[τοῖς ἐντ]υγχάνουσιν αὐτοῖς· περὶ δὴ
10 [τούτω]ν δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή-
[μωι· ἐ]παινέσαι αὐτοὺς ἐπὶ τεῖ προαι[ρέ]-
[σει κ]αὶ εἶναι αὐτοὺς προξένους τοῦ
[τε] ἱεροῦ καὶ τοῦ δήμου τοῦ Δηλίων· εἶνα[ι]
[δ]ὲ αὐτοῖς καὶ γῆς καὶ οἰκίας [ἔγκτησιν κα[ὶ]
15 [π]ρόσοδον π[ρ]ὸς τὴν βουλὴν καὶ τὸν δῆμον
[ἐά]ν [τ]ο[υ] δέωνται πρώτοις μετὰ τὰ ἱερά·
[ὑπ]άρχειν δὲ [αὐ]τοῖς [κ]αὶ τἄλλα πάντα ὅσ̣[α]
[δ]έδοτ[αι] καὶ τοῖς ἄλλοις προξένοις· [ἀναγρά]-
[ψ]αι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν [βουλὴν]
20 [ε]ἰς τὸ βουλευτήριον, τοὺ[ς δὲ ἱεροποιοὺς εἰς]
τ̣ὸ ἱερόν· Ἀ̣λ̣έξ̣ι̣κος Ἀντιγ[όνου ἐπεψήφισεν].
Search Help
Contact Us