[ ]
Delos — 180 or 176 BC
1 | ἐπὶ Φωκαιέως ἄρχοντος, μηνὸς Ἀ[ρη]- |
σιῶνος?· ἔδοξε[ν] τῆι βουλῆι καὶ τῶι [δή]- | |
[μ]ωι· Τηλέμνηστος Ἀριστείδου εἶπε[ν· ἐ]- | |
πειδὴ Φ̣ερ̣εκλείδης Φιλονίκου | |
5 | Καρθαιεὺς ἀνὴρ ὢν ἀγαθὸς διατε[λεῖ περί] |
τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
τὸν Δηλίων καὶ χρείας παρέ[χεται καὶ κ]- | |
οινῆι τῆι πόλει καὶ ἰδίαι | |
τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολι[τῶ]- | |
10 | ν εἰς ἃ ἄν τις αὐτὸν παρα- |
[κα]λεῖ· περὶ δὴ τούτων δεδόχθαι τῆι βο[υ]- | |
λῆι καὶ τῶι δήμωι· εἶναι | |
[Φερ]εκλείδην Φιλονίκου Καρθαιῆ πρόξε- | |
νον τοῦ τε ἱεροῦ καὶ Δηλίων | |
15 | [κ]αὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖ[ς] |
[ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησ- | |
[ι]ν καὶ προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσι | |
[οἷ]ς Δήλιοι συντελοῦσι καὶ | |
[πρ]όσοδον πρὸς τὴν βουλὴν πρώτοις μετ- | |
20 | [ὰ τ]ὰ ἱερά· ὑπάρχειν δὲ |
[αὐ]τῶι καὶ τἄλλα ὅσα δέδοται καὶ τ[ο]- | |
[ῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δ- | |
ὲ τόδε τὸ ψήφισμα τὴμ μὲν | |
25 | [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ |
ἱεροποιοὺς εἰς τὸ ἱερόν· Νικά[ν]ωρ | |
Νικάνορος ἐπεψήφισεν. |