IG XI,4 769
[ ] Delos — 180 or 176 BC
1 ἐπὶ Φωκαιέως ἄρχοντος, μηνὸς Ἀ[ρη]-
σιῶνος?· ἔδοξε[ν] τῆι βουλῆι καὶ τῶι [δή]-
[μ]ωι· Τηλέμνηστος Ἀριστείδου εἶπε[ν· ἐ]-
πειδὴ Φ̣ερ̣εκλείδης Φιλονίκου
5 Καρθαιεὺς ἀνὴρ ὢν ἀγαθὸς διατε[λεῖ περί]
τε τὸ ἱερὸν καὶ τὸν δῆμον
τὸν Δηλίων καὶ χρείας παρέ[χεται καὶ κ]-
οινῆι τῆι πόλει καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολι[τῶ]-
10 ν εἰς ἃ ἄν τις αὐτὸν παρα-
[κα]λεῖ· περὶ δὴ τούτων δεδόχθαι τῆι βο[υ]-
λῆι καὶ τῶι δήμωι· εἶναι
[Φερ]εκλείδην Φιλονίκου Καρθαιῆ πρόξε-
νον τοῦ τε ἱεροῦ καὶ Δηλίων
15 [κ]αὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖ[ς]
[ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔγκτησ-
[ι]ν καὶ προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσι
[οἷ]ς Δήλιοι συντελοῦσι καὶ
[πρ]όσοδον πρὸς τὴν βουλὴν πρώτοις μετ-
20 [ὰ τ]ὰ ἱερά· ὑπάρχειν δὲ
[αὐ]τῶι καὶ τἄλλα ὅσα δέδοται καὶ τ[ο]-
[ῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις
τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δ-
ὲ τόδε τὸ ψήφισμα τὴμ μὲν
25 [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ
ἱεροποιοὺς εἰς τὸ ἱερόν· Νικά[ν]ωρ
        Νικάνορος ἐπεψήφισεν.
Search Help
Contact Us