[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέμνησ- |
τος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δημήτριος Ἀπολ- | |
λωνίου Περγαμηνός, ὢν πρόξενος καὶ εὐεργέτη[ς] | |
τοῦ τε ἱεροῦ καὶ Δηλίων, τὴν πᾶσαν σπουδὴν κα[ὶ] | |
5 | ἐπιμέλειαν ποιεῖται, πρόθυμον αὑτὸν καὶ ἐκ- |
τενῆ παρεχόμενος εἰς τὸ εὐχρηστεῖν τ<ο>ῖς | |
ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν· περὶ | |
δὴ τούτων δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
μωι· ἐπαινέσαι τε αὐτὸν καὶ στεφανῶσαι | |
10 | τῶι ἱερῶι στεφάνωι Ἀπολλωνί<ο>ις, ὅταν οἱ |
χοροὶ τῶν παίδων ἀγωνίζωνται, καὶ ἀναγο- | |
ρεῦσαι ἐν τῶι θεάτρωι τόδε τὸ κήρυγμα· στε- | |
φαν<ο>ῖ ὁ δῆμος ὁ Δηλίων Δημήτριον Ἀπολ- | |
λωνίου Περγαμηνὸν δάφνης στεφάνω[ι] | |
15 | ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ |
τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
τὸν Δηλίων· Ἵππων Ἀντιφάνου ἐπεψήφισεν. |