[ ] Delos — beg. 2nd c. BC
          corona laurea
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέμνησ-
τος Ἀριστείδου εἶπεν· ἐπειδὴ Δημήτριος Ἀπολ-
LWNI/OU *PERGAMHNO/S, W)\N PRO/CENOS KAI\ EU)ERGE/TH[S]
τοῦ τε ἱεροῦ καὶ Δηλίων, τὴν πᾶσαν σπουδὴν κα[ὶ]
5 ἐπιμέλειαν ποιεῖται, πρόθυμον αὑτὸν καὶ ἐκ-
τενῆ παρεχόμενος εἰς τὸ εὐχρηστεῖν τ<ο>ῖς
ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν· περὶ
δὴ τούτων δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· ἐπαινέσαι τε αὐτὸν καὶ στεφανῶσαι
10 TW=I I(ERW=I STEFA/NWI *)APOLLWNI/[2O]2IS, O(/TAN OI(
χοροὶ τῶν παίδων ἀγωνίζωνται, καὶ ἀναγο-
ρεῦσαι ἐν τῶι θεάτρωι τόδε τὸ κήρυγμα· στε-
φαν<ο>ῖ ὁ δῆμος ὁ Δηλίων Δημήτριον Ἀπολ-
λωνίου Περγαμηνὸν δάφνης στεφάνω[ι]
15 ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ
τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
τὸν Δηλίων· Ἵππων Ἀντιφάνου ἐπεψήφισεν.
Search Help
Contact Us