[ ]
Delos — beg. 2nd c. BC
1 | θεοί. |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶ[ι] | |
δήμωι· Τηλέμνηστος Ἀριστεί- | |
δου εἶπεν· ἐπειδὴ Ἐρασίδη- | |
5 | μος καὶ Θαρσαγόρας Πολυκλ- |
είους Σίφνιοι ἄνδρες ἀγαθο[ὶ] | |
[ὄ]ντες διατελοῦσιν περί τε | |
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
Δηλίων καὶ χρείας παρέχον- | |
10 | ται καὶ κοινεῖ τεῖ πόλει καὶ ἰδ[ί]- |
αι τοῖς ἐντυγχάνουσιν αὐ- | |
τοῖς τῶν πολιτῶν οὗ ἄν | |
τις αὐτοὺς παρακαλεῖ ἀ- | |
προφασίστως τὴμ πᾶσαν | |
15 | [σ]πουδὴν καὶ ἐπιμέλειαν πο- |
[ιούμε]νοι· δεδόχθαι τῆι βουλῆι | |
[καὶ τῶι δήμωι· ἐπα]ινέσαι Ἐρα- | |
[σίδημον καὶ Θαρσαγό]ραν Πο- | |
[λυκλείους Σιφνίους — — —]. |