[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τη-
λέμνηστος Ἀριστείδου εἶπεν· ἐ-
πειδὴ Τίμων Νυμφοδώρου Συρακό-
[σ]ιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί
5 [τ]ε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί-
[ων καὶ δι’ ἐ]τῶ̣ν ἐπ̣ι[δημῶν] ἐν Δήλωι
[χρ]είας παρέχ[ετ]αι κ[αὶ κοι]νῆι τῆι πό-
[λει κα]ὶ ἰδίαι τοῖ[ς ἐντυγχ]άνουσιν
[αὐτῶι τῶν πολιτῶν εἰς] ὃ ἄν τις αὐ-
10 [τὸν παρ]α[κ]αλῆ[ι, ἀπροφα]σίστως τὴ[ν]
[πᾶσαν σπουδὴν καὶ ἐπιμέ]λειαν
[ποιούμενος· δεδόχθαι τεῖ β]ουλεῖ καὶ
[τῶι δήμ]ωι· ἐπ[αινέσαι] Τίμωνα Νυμφο-
[δώρου Συρακόσιον ἐπὶ] τεῖ αἱρέσει εἷ
15 [E)/XWN DIATELEI= PERI/ TE] TO\ I(ERO\N KAI\ TO\[N]
[δῆμον τὸν Δηλίων καὶ] εἶναι αὐτὸν
[πρόξενον καὶ εὐεργέτ]ην τοῦ τε ἱε-
[ροῦ καὶ Δηλίων καὶ αὐτὸν] καὶ ἐκγό-
[νους καὶ εἶναι αὐτοῖς ἐν] Δήλωι γῆς
20 [καὶ οἰκίας ἔγκτησιν καὶ πρόσο]δον πρὸς
[τὴν βουλὴν καὶ τὸν δῆμον] πρώτοις
[μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ] αὐτοῖς καὶ τὰ
[ἄλλα πάντα ὅσαπερ καὶ] τοῖς ἄλλοις
[προξένοις καὶ εὐεργέτα]ις τοῦ τε ἱεροῦ
25 [καὶ Δηλίων· ἀναγράψαι δὲ] τόδε τὸ
[ψήφισμα τὴν μὴν βουλὴν εἰς] τὸ βου-
[λευτήριον, τοὺς δὲ ἱεροπ]οιοὺς εἰς τὸ ἱ-
[ερὸν — — — — — — — — — — εἰς] στήλην λι-
[θίνην — — — —· Ὠκυνείδη]ς? Ἡραΐπ-
30 [που ἐπεψήφισεν].
          corona laurea
Search Help
Contact Us