[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τη- |
λέμνηστος Ἀριστείδου εἶπεν· ἐ- | |
πειδὴ Τίμων Νυμφοδώρου Συρακό- | |
[σ]ιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί | |
5 | [τ]ε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί- |
[ων καὶ δι’ ἐ]τῶ̣ν ἐπ̣ι[δημῶν] ἐν Δήλωι | |
[χρ]είας παρέχ[ετ]αι κ[αὶ κοι]νῆι τῆι πό- | |
[λει κα]ὶ ἰδίαι τοῖ[ς ἐντυγχ]άνουσιν | |
[αὐτῶι τῶν πολιτῶν εἰς] ὃ ἄν τις αὐ- | |
10 | [τὸν παρ]α[κ]αλῆ[ι, ἀπροφα]σίστως τὴ[ν] |
[πᾶσαν σπουδὴν καὶ ἐπιμέ]λειαν | |
[ποιούμενος· δεδόχθαι τεῖ β]ουλεῖ καὶ | |
[τῶι δήμ]ωι· ἐπ[αινέσαι] Τίμωνα Νυμφο- | |
[δώρου Συρακόσιον ἐπὶ] τεῖ αἱρέσει εἷ | |
15 | [ἔχων διατελεῖ περί τε] τὸ ἱερὸν καὶ τὸ[ν] |
[δῆμον τὸν Δηλίων καὶ] εἶναι αὐτὸν | |
[πρόξενον καὶ εὐεργέτ]ην τοῦ τε ἱε- | |
[ροῦ καὶ Δηλίων καὶ αὐτὸν] καὶ ἐκγό- | |
[νους καὶ εἶναι αὐτοῖς ἐν] Δήλωι γῆς | |
20 | [καὶ οἰκίας ἔγκτησιν καὶ πρόσο]δον πρὸς |
[τὴν βουλὴν καὶ τὸν δῆμον] πρώτοις | |
[μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ] αὐτοῖς καὶ τὰ | |
[ἄλλα πάντα ὅσαπερ καὶ] τοῖς ἄλλοις | |
[προξένοις καὶ εὐεργέτα]ις τοῦ τε ἱεροῦ | |
25 | [καὶ Δηλίων· ἀναγράψαι δὲ] τόδε τὸ |
[ψήφισμα τὴν μὴν βουλὴν εἰς] τὸ βου- | |
[λευτήριον, τοὺς δὲ ἱεροπ]οιοὺς εἰς τὸ ἱ- | |
[ερὸν — — — — — — — — — — εἰς] στήλην λι- | |
[θίνην — — — —· Ὠκυνείδη]ς? Ἡραΐπ- | |
30 | [που ἐπεψήφισεν]. |
corona laurea |