[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Τηλέμνηστος Ἀριστείδου εἶ-
πεν· ἐπειδὴ Μάαρκος Σέστιος
Μαάρκου Φρεγελλανὸς ἀνὴρ
5 ἀγαθὸς ὢν διατελεῖ περί τε [τὸ]
ἱερὸν καὶ τὸν δῆμον τὸν Δη-
λίων καὶ χρείας παρέχετα[ι]
καὶ κοινεῖ τῆι πόλει καὶ ἰδί[αι]
τοῖς ἐντυγχάνουσιν αὐτ[ῶι]
10 τῶν πολιτῶν εἰς ἃ ἄν τις [αὐ]-
τὸν παρακαλεῖ, τὴν πᾶσα[ν σπου]-
δὴν καὶ ἐπιμέλειαν ποιούμ[ε]-
νος· περὶ δὴ τούτων δεδόχ[θαι]
τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαι-
15 νέσαι Μάαρκον Σέστιον Μα-
άρκου Φρεγελλανὸν ἐπὶ τῆι α[ἱ]-
ρέσει ἧν ἔχων διατελεῖ πε-
ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
τὸν Δηλίων καὶ εἶναι αὐτὸν πρ[ό]-
20 ξενον καὶ εὐεργέτην τοῦ τε
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ
ἐγγόνους, εἶναι δὲ αὐτοῖς ἐν Δή-
λωι γῆς καὶ οἰκίας ἔνκτησιν
[καὶ] πρόσοδον πρὸς τὴ[ν βουλὴν ․․․․]
Search Help
Contact Us