[ ] Delos — beg. 2nd c. BC
frg. a            corona laurea
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τη[λέμνησ]-
τος Ἀριστείδου εἶπεν· ἐπειδὴ Ἀνα[ξίβιος]
[Φ]ειδιάνακτος Ῥόδιος, ἀποσταλεὶ[ς ὑπὸ]
τοῦ δήμου τοῦ Ῥοδίων ἄρχων ἐπί τε [τῶν νή]-
5 σων καὶ τῶν πλοίων τῶν νησιωτικ[ῶν καὶ ἐ]-
πιδεδημηκὼς ἐν τῶι ἱερῶι πλείω χ[ρόνον],
[τή]ν τε ἐνδημίαν καλῶς καὶ εὐσ[εβῶς]
[πεπ]οίηται καὶ ἀξίως τοῦ δήμου τ[οῦ ἀπο]-
[στείλ]αντος αὐτὸν ἔν τε τοῖς λοποῖς]
10 [ἀνὴρ ἀγ]αθὸς ὢν διατελεῖ περί τ[ε τὸ ἱε]-
[ρὸν καὶ τὸν δῆμ]ον τὸν Δηλίων καὶ χρ[είας πα]-
[ρέχεται καὶ κ]οινῆι τῆι πόλει καὶ [ἰδίαι]
[τοῖς ἐντυγχάνουσιν αὐτῶι — — — — — — —]
vss. nonnulli desunt
frg. b.1 [— — — — — — — — — — — — — ἀνα]-
[γράψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν]
[εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς]
εἰς τὸ ἱερόν· Ξενοκράτης Ἱερομβρότου ἐπε-
5 ψήφισεν.
Search Help
Contact Us