[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Πρόξενος Ῥάδιος εἶπεν· ἐπειδὴ Χαρμαντί- | |
δας Μικάλου Μήλιος πρόξενος ὢν τοῦ | |
τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν | |
5 | καὶ ἐπιμέλειαν ποιεῖται τοῦ τε ἱεροῦ καὶ |
Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δά- | |
φνης στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι | |
τὸν ἱεροκήρυκα ἐν τῶι [θ]εάτρωι, ὅταν οἱ τῶν | |
10 | παίδων χοροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυ- |
γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Χαρμαντίδαν | |
Μικάλου Μήλιον δάφνης στεφάνωι ἀρετῆς | |
ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν | |
καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
15 | Δωριεὺς Δω[ρ]ιέως ἐπεψήφισεν. |