[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Πρόξενος Ῥάδιος εἶπεν· ἐπειδὴ Χαρμαντί- | |
| δας Μικάλου Μήλιος πρόξενος ὢν τοῦ | |
| τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν | |
| 5 | καὶ ἐπιμέλειαν ποιεῖται τοῦ τε ἱεροῦ καὶ |
| Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δά- | |
| φνης στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι | |
| τὸν ἱεροκήρυκα ἐν τῶι [θ]εάτρωι, ὅταν οἱ τῶν | |
| 10 | παίδων χοροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυ- |
| γμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Χαρμαντίδαν | |
| Μικάλου Μήλιον δάφνης στεφάνωι ἀρετῆς | |
| ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν | |
| καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· | |
| 15 | Δωριεὺς Δω[ρ]ιέως ἐπεψήφισεν. |