[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- |
μωι· Αἴσχρων Καλοδίκου εἶ- | |
πεν· ἐπειδὴ Ἀγίας Ἡρακλεί- | |
δου Ἀθηναῖος ἀνὴρ ἀγαθὸς | |
5 | ὢν διατελεῖ περί τε τὸ ἱερὸν |
καὶ τὸν δῆμον τὸν Δηλίων | |
καὶ χρείας παρέχεται καὶ | |
κοινεῖ τεῖ πόλει καὶ ἰδίαι τοῖς | |
ἐντυγχάνουσιν αὐτῶι τῶ[μ] | |
10 | πολιτῶν, τὴμ πᾶσαν σπου- |
[δ]ὴν καὶ φιλοτιμίαν ποιού- | |
[μ]ενος· περὶ δὴ τούτων δε- | |
[δ]όχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
[μ]ωι· εἶναι Ἀγίαν Ἡρακλεί- | |
15 | [δ]ου Ἀθηναῖον πρόξενον καὶ |
εὐεργέτην τοῦ τε ἱεροῦ καὶ | |
τοῦ δήμου τοῦ Δηλίων καὶ | |
αὐτὸν καὶ ἐκγόνους· δεδόσ- | |
θαι δὲ αὐτοῖς ἐν Δήλ[ω]ι γῆς | |
20 | καὶ οἰκίας ἔγκτησιν καὶ πρόσ- |
οδον πρὸς τὴν βουλὴν καὶ | |
τὸν δῆμον πρώτοις μετὰ | |
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς | |
καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
25 | τοῖς ἄλλοις προξένοις καὶ |
εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δη- | |
λίων· ἀναγράψαι δὲ τόδε τὸ | |
ψήφισμα τὴμ μὴν βουλὴν εἰς | |
τὸ βουλευτήριον, τοὺς δὲ ἱε- | |
30 | ροποιοὺς εἰς στήλην λιθί- |
νην καὶ στῆσαι εἰς τὸ ἱερόν· | |
Κυνθιάδης Κυνθιάδου ἐπε- | |
ψήφισεν. |