[ ] Delos — beg. 2nd c. BC
in corona laurea
1                    ὁ δῆμος
                   ὁ Δηλίων.
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — — — — —]
[— — — — εἶπεν· ἐπειδὴ Ὀνόμαρχος Ἀπολλωνίδου]
5 [Κν]ίδιος, παραγενόμενος εἰς [τὴν νῆσον, ἀγ]ῶ̣-
[ν]ας πλείους [ἠ]γώνισται [τῶι θε]ῶι φιλοτίμως
καὶ ἀξίως τοῦ θεοῦ καὶ ἐ[ν πᾶσι κ]αιροῖς χρείας
παρέχεται καὶ κοινεῖ τῆι π[όλε]ι καὶ ἰδίαι εἰς [ἃ] ἄν
τις αὐτὸν παρακαλῆι τῶν πολι[τῶν]· δεδόχθ[αι]
10 τῆι βουλῆι καὶ τῶι δήμωι· στεφ[α]ν[ῶσα]ι αὐτὸν
[δ]άφνης στεφάνωι τῶι ἱε[ρῶι καὶ ἀν]αγορεῦσαι
τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρι] τοῖς [Ἀ]πολλω[νί]-
οις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀγωνίζωντ[αι],
τόδε τὸ κήρυγμα· στεφ[ανοῖ]δῆμος ὁ Δηλί[ων]
15 [Ὀν]όμαρχον Ἀπολλωνίδο[υ Κνίδιο]ν [δάφ]-
[ν]ης στεφάνωι τῶι ἱερῶι ἀρ[ετ]ῆς [ἕ]ν[εκα καὶ εὐ]-
[σε]βείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐν[οί]ας τῆς [εἰς]
[τὸ]ν δῆμον τὸν Δηλίων· Ἀρκίλε[ως] Τληπο[λέ]-
[μου] ἐπεψήφισεν.
Search Help
Contact Us