[ ] Delos — end 3rd c. BC
1 [— — — — — περ]ί̣ τε
[τὸ ἱερὸν καὶ τὸν δῆ]μ̣ον τὸν
[Δηλίων καὶ χρεία]ς παρέχε-
[ται καὶ κοινεῖ τ]εῖ πόλει καὶ ἰδ[ί]-
5 [αι τοῖς ἐν]τυγχάνουσιν α[ὐ]-
[τῶι τῶ]ν πολιτῶν εἰς ἃ ἄ[ν]
[τις α]ὐτὸν παρακαλεῖ· δεδ[ό]-
[χθ]αι τεῖ βουλεῖ καὶ τῶι δή-
[μ]ωι· εἶναι Ἡρακλείδην Εὐδή-
10 μου Συρακόσιον πρόξενον
καὶ εὐεργέτην τοῦ τε ἱερο[ῦ]
καὶ Δηλίων καὶ αὐτὸν καὶ
ἐκγόνους καὶ εἶναι αὐτοῖ[ς]
ἐν Δήλωι γῆς καὶ οἰκίας ἔ[γ]-
15 [κτ]ησιν καὶ πρόσοδον πρὸς τ[ὴν]
[βουλὴ]ν καὶ τὸν δῆμ̣[ον πρ]ώ̣τ[οις]
μετὰ τὰ ἱερά· ὑ̣[πάρ]χε[ι]ν δὲ̣
[αὐ]τ̣οῖς καὶ τὰ ἄ[λλ]α ὅσα δέδοτα[ι]
[καὶ τοῖ]ς ἄλλοις προξένοις κ̣αὶ ε[ὐ]-
20 [εργέται]ς τοῦ τε ἱεροῦ καὶ Δηλ[ί]-
[ων· ἀναγράψ]αι δὲ τόδε τὸ ψήφισμα̣
[τὴν μὲν βο]υλὴν εἰς τὸ βουλευτ[ή]-
[ριον, τοὺς δὲ ἱεροποιοὺς εἰ]ς̣ τ̣ὸ̣ ἱ̣[ε]-
[ρόν. — — — — — — — — — — — — — —].
Search Help
Contact Us