[ ]
Delos — end 3rd/beg. 2nd. c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρί- |
λας Ἀριστοθάλου εἶπεν· ἐπειδὴ βασιλεὺς | |
Νάβις Δαμαράτου Λακεδαιμόνιος ἀνὴρ ἀγα- | |
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
5 | τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοινῆι |
τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ- | |
τῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ· | |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι βασι- | |
λῆ Νάβιν Δημαράτου Λακεδαιμόνιον πρόξε- | |
10 | νον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ |
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι | |
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσοδον πρὸς τὴν | |
βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑ- | |
πάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
15 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ τε |
ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
μα τὴν μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
[δὲ ἱεροποιοὺ]ς̣ ε̣ἰ̣ς̣ τὸ ἱερόν· Ἀντικράτης Τηλε- | |
[μνήστου ἐπεψήφισεν]. | |
19a | in corοna laurea |
20 | ὁ δῆμος |
ὁ Δηλίων. |