[ ]
Delos — end 3rd/beg. 2nd. c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρί- |
| λας Ἀριστοθάλου εἶπεν· ἐπειδὴ βασιλεὺς | |
| Νάβις Δαμαράτου Λακεδαιμόνιος ἀνὴρ ἀγα- | |
| θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
| 5 | τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοινῆι |
| τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ- | |
| τῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ· | |
| δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι βασι- | |
| λῆ Νάβιν Δημαράτου Λακεδαιμόνιον πρόξε- | |
| 10 | νον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ |
| αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἐν Δήλωι | |
| γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσοδον πρὸς τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑ- | |
| πάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ | |
| 15 | τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ τε |
| ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
| μα τὴν μὲν βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς | |
| [δὲ ἱεροποιοὺ]ς̣ ε̣ἰ̣ς̣ τὸ ἱερόν· Ἀντικράτης Τηλε- | |
| [μνήστου ἐπεψήφισεν]. | |
| 19a | in corοna laurea |
| 20 | ὁ δῆμος |
| ὁ Δηλίων. |