[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔ]δοξεν τεῖ β[ουλεῖ] καὶ τῶι |
δήμωι· Ξενοκράτ[ης] Ἀντιγό- | |
νου εἶπεν· ἐπειδὴ Δαμάρατος | |
Ἀστ[υ]κρῶντος Ῥόδιος ἀνὴρ ἀγ[α]- | |
5 | [θ]ὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸ[ν] |
καὶ τὸν δῆμον τὸν Δηλίων καὶ | |
χρείας παρέχεται τεῖ πόλει καὶ | |
ἰδίαι τοῖς ἐντυγχάνου[σιν] αὐ- | |
τῶι τῶν πολιτῶν εἰς ἃ [ἄν τ]ις | |
10 | [αὐτὸ]ν π[αρακα]λεῖ· δεδόχθαι τεῖ |
[βο]υλεῖ καὶ τῶι δήμωι· εἶναι Δα- | |
μάρατον Ἀστυκρ[ῶ]ν[τος] Ῥό- | |
διον πρόξενον καὶ ε[ὐεργέτην] | |
τοῦ τε ἱεροῦ καὶ Δηλίων [καὶ αὐ]- | |
15 | τὸν καὶ ἐκγόνους [καὶ εἶναι αὐ]- |
τοῖς ἐν Δήλωι γ[ῆς] καὶ [οἰκίας] | |
ἔνκτησιν [καὶ πρόσοδον πρὸς] | |
τὴμ βουλὴν [<καὶ τὸν δῆμον> πρώτοις μετὰ τὰ] | |
[ἱ]ερά· ὑπά[ρχειν δὲ αὐτοῖς καὶ] | |
20 | τὰ ἄλλ[α πάντα ὅσαπερ δέδοται] |
καὶ το[ῖς ἄλλοις προξένοις τοῦ δή]- | |
μου — — — — — — — — — — — — — — |