[ ]
Delos — stoich. — beg. 2nd c. BC
corona laurea | |
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀ[ν]- |
τίλακος Σιμίδου εἶπεν· ἐπειδὴ Πόπ[λι]- | |
[ος] Κορνήλιος Ποπλίου ὑὸς Σκιπίω[ν] | |
[Ῥ]ωμαῖος πρόξενος ὢν καὶ εὐεργέτη[ς] | |
5 | τοῦ τε ἱεροῦ καὶ Δηλίων τὴν πᾶσαν ἐπ[ι]- |
μέλειαν ποεῖται περί τε τοῦ ἱεροῦ | |
καὶ Δηλίων· δεδόχθαι τεῖ βουλεῖ κα[ὶ] | |
τῶι δήμωι στεφανῶσαι Πόπλιον Κορν[ή]- | |
λιον Ποπλίου ὑὸν Σκιπίωνα Ῥωμαῖον | |
10 | τοῖς Ἀπολλωνίοις δάφνης στ[ε]φάνωι |
τῶι ἱερῶι· ἀναγορεῦσαι δὲ τὸν ἱεροκ[ή]- | |
ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν παίδων χ[ο]- | |
ροὶ ἀγωνίζωνται, τόδε τὸ κήρυγμα· | |
στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Πόπλιον | |
15 | Κορνήλιον Σκιπίωνα Ῥωμαῖον δάφνη[ς] |
στεφάνωι τῶι ἱερῶι ἀ[ρ]ετῆς ἕνεκεν | |
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν κα[ὶ] | |
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίω[ν]· | |
Λυσανίας Καίβωνος ἐπεψήφισεν. |