[ ]
Delos — end 3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χα- |
ρίας Χαριστίου εἶπεν· ἐπειδὴ Ἀρχίνικος | |
Γοργώπα Θηραῖος, πρόξενος ὢν καὶ εὐ- | |
εργέτης τοῦ ἱεροῦ καὶ Δηλίων, χρείας | |
5 | παρέχεται Δηλίοις καὶ κοινῆι πᾶσιν |
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι· | |
περὶ δὴ τούτων δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· ἐπαινέσαι Ἀρχίνικον | |
Γοργώπα Θηραῖον καὶ στεφανῶσαι | |
10 | δάφνης στεφάνωι τῶι ἱερῶι καὶ ἀ- |
ναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι | |
θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ {τ} | |
τῶν παίδων χοροὶ ἀγωνίζωνται, τόδε | |
τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
15 | λίων Ἀρχίνικον Γοργώπα Θηραῖον |
δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν | |
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ | |
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δη- | |
λίων· Μαντίθεος Μαντιθέου ἐπε- | |
20 | ψήφισεν. |