[ ] Delos — end 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χα-
ρίας Χαριστίου εἶπεν· ἐπειδὴ Ἀρχίνικος
Γοργώπα Θηραῖος, πρόξενος ὢν καὶ εὐ-
εργέτης τοῦ ἱεροῦ καὶ Δηλίων, χρείας
5 παρέχεται Δηλίοις καὶ κοινῆι πᾶσιν
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι·
περὶ δὴ τούτων δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπαινέσαι Ἀρχίνικον
Γοργώπα Θηραῖον καὶ στεφανῶσαι
10 δάφνης στεφάνωι τῶι ἱερῶι καὶ ἀ-
ναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι
θεάτρωι τοῖς Ἀπολλωνίοις, ὅταν οἱ {τ}
τῶν παίδων χοροὶ ἀγωνίζωνται, τόδε
τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη-
15 λίων Ἀρχίνικον Γοργώπα Θηραῖον
δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν
καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δη-
λίων· Μαντίθεος Μαντιθέου ἐπε-
20 ψήφισεν.
Search Help
Contact Us