[ ] Delos — end 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντί-
λακος Σιμίδου εἶπεν· ἐπειδὴ Ἀρχίνικος
Γοργώπα ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε-
ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων
5 καὶ χρείας παρέχεται καὶ κοινεῖ καὶ
ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν
πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ·
δεδόχθαι τῆι βουλῆι καί τῶι δήμωι·
εἶναι Ἀρχίνικον Γοργώπα Θηραῖον πρό-
10 ξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκ<γ>όνους
καὶ εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκί-
ας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ
15 τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλ-
λα ὅσα δέδοται καὶ τοῖς ἄλλοις προ-
ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε τὸ
φήφισμα τὴν μὲν βουλὴν εἰς τὸ βου-
20 λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ
ἱερόν· Τελέσων Τηλεμνήστου ἐπε-
ψήφισεν.
Search Help
Contact Us