[ ] Delos — end 3rd c. BC
           vestigia coronae
1 [ἔδο]ξεν τῆι β[ουλῆι καὶ τῶι δήμωι]·
[ρ]ιστείδης [Τηλεμνήστου?] εἶπεν·
ἐπειδὴ Στρα[․c.3․ Πολεμ]οκράτους
[ἀ]νὴρ ἀγαθὸς [ὢν διατελ]εῖ περί τε τὸ
5 [ἱε]ρὸν καὶ Δηλ[ίους καὶ] χρείας παρέχε-
[τα]ι κα[ὶ κ]οινε[ῖ τεῖ πόλ]ει καὶ ἰδίαι τοῖς
[ἐντυγ]χάν[ουσιν] αὐτῶι τῶν πολι-
[τῶν] εἰς ἃ ἄ[ν τις αὐ]τὸν παρακαλε[ῖ]·
[δεδόχ]θαι τ[ῆι βουλῆι] καὶ τῶι δήμωι·
10 [εἶναι] Σ̣τρατ̣[․c.3․ Πο]λεμοκράτους
[․5-6․․ πρ[όξενον καὶ ε]ὐεργέτην τοῦ τ[ε]
[ἱεροῦ καὶ Δηλίων καὶ αὐ]τὸν καὶ ἐκγόνου[ς]
[καὶ εἶναι αὐτοῖς ἐν Δήλ]ωι γῆς καὶ οἰκίας
[ἔγκτησιν καὶ π]ρό[σοδον] πρὸς τὴν βουλὴν
15 [καὶ τὸν δῆμ]ον πρώτο[ις μ]ετὰ τὰ ἱερά· ὑπά-
[ρχειν δὲ αὐτο]ῖς καὶ τ[ὰ ἄλ]λα ὅσα δέδο-
[ται καὶ τοῖς ἄλλ]οις π[ροξ]ένοις καὶ εὐερ-
[γέταις το]ῦ τε ἱεροῦ κ[αὶ Δ]ηλίων· ἀναγρά-
[ψαι δὲ τόδ]ε τὸ ψήφισμ[α τὴ]ν μὲν βουλὴν
20 [εἰς τὸ] βουλευτήριον, τοὺ[ς δὲ ἱε]ρ[ο]ποι[οὺς]
[εἰς τ]ὸ ἱερόν· Μνησιάδης Κ[ράτωνος? ἐπεψή]-
[φ]ισεν.
Search Help
Contact Us