[ ] Delos — end 3rd c. BC
frg. ab.1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι· Ἀρισ]-
τείδης [Τηλεμ]νήστου εἶπε[ν· ἐπειδὴ Παν]-
[τα]κρατίδης Καλλίππου Μα[— — — ἀ]-
[νὴ]ρ ἀγαθὸς ὢν διατελεῖ π[ερί τε τὸ ἱε]-
5 [ρ]ὸν καὶ [τὸν] δῆμον τὸν Δηλ[ίων καὶ χρείας]
[πα]ρέχεται καὶ κοινῆι τῆι [πόλει καὶ ἰδίαι]
[τοῖς ἐντ]υγ[χά]νο[υσιν αὐτῶι Δηλίων]
vss. nonnulli desunt
frg. cd.1 [δεδόχθαι τῆ]ι βουλῆι κ[αὶ τῶι δήμωι· στεφα]-
[νῶσαι αὐτ]ὸν δάφνης στεφάνωι τῶι ἱε]-
[ρ]ῶι καὶ [ἀ]ναγορεῦσα[ι τὸν ἱεροκήρυκα ἐν]
[τ]ῶι θεάτρωι τοῖς Ἀπ[ολλωνίοις, ὅταν οἱ]
5 τῶμ παίδων χοροὶ [ἀγωνίζωνται, τόδε]
TO\ KH/RUG[MA: ST]EFANOI= O( DH=MOS O( *DHLI/WN]
Παντ[ακρ]ατίδην Καλ[λίππου Μα— — — —]
δά[φν]ης στεφάνωι [τῶι ἱερῶι ἀρετῆς ἕνε]-
[κε]ν καὶ εὐσεβε[ί]ας [τῆς εἰς τὸ ἱερὸν καὶ]
10 εὐνοίας τῆς εἰς τ[ὸν δῆμον τὸν Δηλίων]·
βουλὴ ἐπεψήφισεν.
Search Help
Contact Us