[ ]
Delos — end 3rd c. BC
1 | [— — — — — — — — ἀνὴρ ἀ]- |
[γα]θ̣ὸς [ὢ]ν̣ δ̣[ιατελεῖ περὶ τὸν δῆμον? καὶ] | |
[τ]οῖς ἐντυγχάνουσι τῶν πολι[τῶν] | |
[κ]αὶ κοινεῖ καὶ ἰδίαι χρείας παρέχ[εται] | |
5 | εἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι, ἀ[προ]- |
φασίστως τὴν πᾶσαν σπουδὴν κα[ὶ ἐπι]- | |
[μ]έλειαν ποιούμενος· δεδόχθαι [τῆι] | |
[βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Ἀρ[ιστο]- | |
τέλην Σωδήμου Κολοφώνιον ἐ[πὶ τῆι] | |
10 | [αἱ]ρέσει ἣν [ἔ]χων διατελεῖ περί [τε τὸ ἱε]- |
[ρ]ὸν καὶ τὸν δῆμον τὸν Δηλίων κα[ὶ εἶναι] | |
αὐτὸν πρόξενον καὶ εὐεργέτην τ[οῦ τε] | |
[ἱ]εροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγόν̣[ους]· | |
εἶναι δὲ αὐτῶι ἐν Δήλωι γῆς καὶ οἰ[κίας] | |
15 | [ἔ]νκτησιν [κ]αὶ πρό[σ]οδον πρὸς τὴν [βουλὴν] |
[κα]ὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερ[ά· ὑπάρ]- | |
[χειν] δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὅ[σαπερ] | |
[καὶ] τοῖς ἄλλοις προξένοις καὶ εὐ[εργέταις] | |
[το]ῦ̣ τε ἱεροῦ καὶ Δηλίων· ἀναγρά[ψαι δὲ τόδε] | |
20 | [τὸ ψή]φισμα τὴμ [μ]ὲν βουλὴν εἰς τὸ [βουλευ]- |
[τή]ριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τ[ὸ ἱερὸν] | |
[ἀ]ναγράψαντας εἰς στήλην λιθ[ίνην]· | |
[Ἐ]ρητυμένης vac. Κρατ[αιβίου] | |
[ἐ]πεψήφισεν. |