[ ] Delos — end 3rd c. BC
1 [— — — — — — — ἐπαινέ]-
[σαι Μνησιπτόλεμον Κ]αλλιάρχ̣[ου τὸν]
[ἱ]στοριο̣γ̣[ρά]φ[ον καὶ] σ̣τεφανῶσαι δά-
φνης στεφάνωι τῶι ἱερῶι τοῖς Ἀπολ-
5 λωνίοις ἐν τοῖς χοροῖς τῶν παίδων·
τὴν δὲ ἀναγγελίαν ποιήσασθαι τὸν
ἱεροκήρυκα ἐν τῶι θεάτρωι τήνδε· ὁ δῆ-
μος ὁ Δηλίων στεφανοῖ Μνησιπτόλε-
μον Καλλιάρχου Κυμαῖον τῶι ἱερῶι στ[ε]-
10 φάνωι ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας
τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς αὐ-
τόν· δεδόσθαι δ’ αὐτῶι καὶ ἐπὶ τὴν βουλὴν
καὶ ἐπὶ τὸν δῆμον ἔφοδον πρώτωι μετὰ τὰ ἱερά·
〚— —〛 εἶνα̣ι̣ <δὲ αὐτὸν> {ΣΙ} καὶ τοὺς ἐγγόνους προξέ-
15 νους τῆς πόλεως καὶ ὑπάρχειν αὐτοῖς πάν-
τα ὅσα καὶ τοῖς λοιποῖς προξένοις ὑπάρχει·
[Π]αρμενίων Διοδότου ἐπεψήφισεν.
17a {²in corona laurea}²
18             ὁ δῆμος
             ὁ Δηλίων.
Search Help
Contact Us