[ ]
Delos — 220-210 BC
1 | [— — πρώ]τ̣οις μετ̣ὰ τ̣ὰ [ἱερά· εἶναι] |
[δὲ αὐτοῖς καὶ] τἄλλα πάντα ὅσα δέ[δοται] | |
[ὑπὸ τοῦ δήμου τ]οῦ Δηλίων τοῖς προξένοις | |
[καὶ εὐεργέταις το]ῦ τε ἱεροῦ καὶ Δηλίω[ν]· στε- | |
5 | [φανῶσαι δὲ α]ὐτὸν ἐν τῶι θεάτρωι [Ἀ]πολ[λ]ω- |
[νίων τῶι ἀ]γῶνι, ὅταν οἱ τῶμ παίδων χοροὶ | |
[ἀγων]ίζωνται, δάφνης στεφάνωι τῶι ἱε[ρῶι] | |
[καὶ] ὁ ἱεροκῆρ[υξ] ἀναγορευσάτω τόδε τὸ κ[ήρυγ]- | |
[μα]· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Ἁγνόθε[ον ․․] | |
10 | [․․․]οκράτου Ἀθηναῖον δάφνης στεφάν[ωι] |
[ἀρε]τῆς ἕνεκεν καὶ εὐσεβείας τῆς πε[ρὶ τὸ] | |
[ἱερὸ]ν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον τὸ[ν Δη]- | |
[λίων]· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα [τὴν] | |
[μὲν β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺ[ς δὲ ἱε]- | |
15 | [ροποιοὺς εἰ]ς [τὸ ἱερ]όν· Σωτέλης Τηλ[εμνήσ]- |
[του] ἐπε[ψήφισεν]. |