[ ] Delos — 230-220 BC
— — — — — — — — — — — — — — — —
1 [τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶ]ν
καθ’ ἃ ἄν τις αὐτ[ὸν παρακαλε]ῖ, κατά
τε τὴν τέχνην τὴν ἰατρικὴν πολλοῖς
βεβοήθηκεν καὶ κατὰ τὰ ἄλλα πρόθυ-
5 μος ὢν διατελεῖ· δεδόχθαι τῆι βουλῆι
[κ]αὶ τῶι δήμωι· εἶναι Ἄρχιππον Πο-
[λυ]χάρους Κεῖον πρόξενον καὶ εὐερ-
[γέ]την τοῦ τε ἱεροῦ καὶ τοῦ δήμου τοῦ
[Δη]λίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ
10 εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας
ἔγκτησιν, καὶ προεδρίαν ἐν τοῖς ἀ-
γῶσιν, καὶ πρόσοδον πρὸς τὴν βουλὴν
καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώ-
τοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐτοῖς
15 καὶ τὰ ἄλλα ὅσα δέδοται καὶ τοῖς ἄλ-
λοις προξένοις καὶ εὐεργέταις τοῦ
τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ
τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς
τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς
20 εἰς τὸ ἱερόν· Σῆμος Κοσμιάδου ἐπεψή-
φισεν.
Search Help
Contact Us