[ ]
Delos — ca. 230 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φίλιος Χαρίλα |
εἶπεν· ἐπειδὴ [Βο]ῦκρις Δαίτα Ναυπάκτιος ἀνὴρ ἀγ[α]- | |
[θ]ὸς ὢν διατελε[ῖ] περί τε τὸ ἱερὸν καὶ Δηλίους κ[αὶ] | |
[λ]έγων ἀγαθὸν ὅ τ[ι] ἂν δύνηται καὶ πράττ[ων ὑπέρ τε] | |
5 | τοῦ ἱεροῦ καὶ Δηλί[ω]ν καὶ κοινῆι τοῖς ἐντ[υγχάνουσιν] |
Δηλίων καὶ ἰδίαι χρ[εί]ας διατελεῖ π[αρεχόμενος] | |
[ο]ὗ ἄν τις αὐτὸν παρακαλεῖ· πε[ρὶ δὴ τούτων δεδό]- | |
χθαι τῆι βουλῆι καὶ τ[ῶι δήμωι· εἶναι Βοῦκριν Δαίτα] | |
Αἰτωλὸν ἐκ Ναυπ[άκτου πρόξενον τοῦ τε ἱεροῦ] | |
10 | καὶ Δηλίων· [εἶναι δὲ αὐτῶι ἐν Δήλωι ἀτέλει]- |
αν καὶ προε[δρίαν ἐν τοῖς ἀγῶσιν? — — καὶ] | |
[πρ]όσο[δον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον — —]. |