[ ]
Delos — end 3rd c. BC
— — — — — — — — — — — — — — — — | |
1 | [καὶ πρόσοδον πρὸς] τὴμ βουλὴν καὶ |
[τὸν δῆμον πρ]ώτοις μετὰ τὰ ἱερά· | |
[ὑπάρχειν δὲ] αὐτοῖς καὶ τἄλλα | |
[πάντα ὅσα] δέδοται ὑπὸ τοῦ δήμου | |
5 | [τοῦ Δη]λίων τοῖς προξένοις καὶ εὐερ- |
[γ]έταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· | |
[σ]τεφανῶσαι δὲ αὐτὸν ἐν τῶι θεά- | |
τρωι Ἀπολλωνίων τῶι ἀγῶνι, ὅταν | |
οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται, | |
10 | δάφνης στεφάνωι τῶι ἱερῶι, καὶ ὁ ἱεροκῆ- |
ρυξ ἀναγορευσάτω τόδε τὸ κήρυγμ[α]· | |
στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Κλεόμβρο- | |
τον Λεωνίδου Ῥόδιον δάφνης στεφά- | |
νωι ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας | |
15 | τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς |
τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ | |
τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου- | |
λευτήριον, τοὺς δὲ ἱεροποιοὺς | |
εἰς τὸ ἱερόν· vac.? Α․Λ̣․Ν̣ΩΝ Ἐμ̣πέδο̣υ̣ | |
20 | [ἐπεψήφισεν]. |