[ ] Delos — end 3rd c. BC
— — — — — — — — — — — — — — — —
1 [καὶ πρόσοδον πρὸς] τὴμ βουλὴν καὶ
[τὸν δῆμον πρ]ώτοις μετὰ τὰ ἱερά·
[ὑπάρχειν δὲ] αὐτοῖς καὶ τἄλλα
[πάντα ὅσα] δέδοται ὑπὸ τοῦ δήμου
5 [τοῦ Δη]λίων τοῖς προξένοις καὶ εὐερ-
[γ]έταις τοῦ τε ἱεροῦ καὶ Δηλίων·
[σ]τεφανῶσαι δὲ αὐτὸν ἐν τῶι θεά-
τρωι Ἀπολλωνίων τῶι ἀγῶνι, ὅταν
οἱ τῶν παίδων χοροὶ ἀγωνίζωνται,
10 δάφνης στεφάνωι τῶι ἱερῶι, καὶ ὁ ἱεροκῆ-
ρυξ ἀναγορευσάτω τόδε τὸ κήρυγμ[α]·
στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Κλεόμβρο-
τον Λεωνίδου Ῥόδιον δάφνης στεφά-
νωι ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας
15 τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς
τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ
τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ βου-
λευτήριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερόν· vac.?  Α․Λ̣․Ν̣ΩΝ Ἐμ̣πέδο̣υ̣
20 [ἐπεψήφισεν].
Search Help
Contact Us