[ ]
Delos — end 3rd c. BC
— — — — — — — — — — — — — — — — | |
1 | [ε]ἶπε[ν· ἐπειδὴ Λέων Λέοντος] |
Μασσαλιώτης [πρόξενος ὢν] | |
καὶ εὐεργέτης [τοῦ τε ἱεροῦ] | |
καὶ Δηλίων τὴν πᾶσ[αν σπουδὴν] | |
5 | ποιεῖται ἐν παντὶ [καιρῶι περὶ] |
τῶν συμφερόντων [τῶι τε ἱερῶι] | |
καὶ τῶι δήμωι καὶ χρεία[ς παρέ]- | |
χεται καὶ κοινεῖ τῆι πό[λει καὶ] | |
[ἰδίαι εἰς ἃ] ἄν τις αὐτὸν πα[ρακα]- | |
10 | [λ]εῖ τῶν πολιτῶν· δεδόχθ[αι τεῖ] |
βουλεῖ καὶ τῶι δήμωι· στεφ[ανῶ]- | |
σαι αὐτὸν δάφνης στεφάν[ωι] | |
καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυ[κα] | |
ἐν τῶι θεάτρωι τοῖς Ἀπολλων[ί]- | |
15 | οις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀγω- |
νίζωνται, ὅτι στεφαν[ο]ῖ ὁ δῆμος | |
ὁ Δηλίων Λέοντα Λέοντος Μασ- | |
σαλιώτην δάφ<ν>ης στεφάνοι ἀρε- | |
τῆς ἕνεκε καὶ εὐσεβείας τῆς | |
20 | περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς |
τὸν δῆμον τὸν Δηλίων· ἀναγράψα[ι] | |
δὲ τόδε τὸ ψήφισμα εἰς τὴν στ[ή]- | |
λην οὗ καὶ ἡ προξενία αὐτοῦ ἀνα[γέ]- | |
γραπται· Ἑρμαγόρας Ἑρμοκρέ[ον]- | |
25 | τος ἐπεψήφισεν. |