[ ]
Delos — ca. 230 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τηλέ- |
μνηστος Ἀριστείδου εἶπεν· ἐπειδ[ὴ] | |
Αὐτοκλῆς Αὐτοκλέους Χαλκιδεὺς π[ρό]- | |
ξενος ὢν καὶ εὐεργέτης τοῦ τε ἱεροῦ | |
5 | καὶ Δηλίων τὴν πᾶσαν σπουδὴν ποιεῖ- |
ται ἐμ παντὶ καιρῶι περὶ τῶν συμφερόν- | |
των τῶι τε ἱερῶι καὶ τῶι δήμωι καὶ χρείας | |
παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι εἰς | |
[ἃ] ἄν τις αὐτὸν παρακαλῆι τῶν πολιτῶν· δε- | |
10 | δόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶ- |
σαι αὐτὸν δάφνης στεφάνωι καὶ ἀναγο- | |
ρεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι τοῖς | |
Ἀπολλωνίοις, ὅταν οἱ τῶν παίδων χοροὶ ἀ- | |
γωνίζωνται, ὅτι στεφανοῖ ὁ δῆμος ὁ Δηλί- | |
15 | ων Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα δά- |
φνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς | |
εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ [τό]- | |
δε τὸ ψήφισμα εἰς τὴν στήλην οὗ καὶ ἡ [προ]- | |
20 | ξενία αὐτοῦ γέγραπται· Ἰσόδικος |
Κα(λ)λιφάνου ἐπεψήφισεν. |