[ ]
Delos — ca. 230 BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πραξιμέν[ης] | |
Καλλιδίκου εἶπεν· ἐπειδὴ Αὐτοκλῆς ἀνὴρ ἀγα- | |
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆ- | |
5 | μον τὸν Δηλίων καὶ χρείας παρέχεται καὶ κοι- |
νῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
αὐτῶι τῶν πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα- | |
ρακαλῆι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι {δηι} δή- | |
μωι· εἶναι Αὐτοκλῆν Αὐτοκλέους Χαλκιδέα | |
10 | πρόξενον καὶ εὐεργέτην τοῦ τε ἱεροῦ καὶ Δη- |
λίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς | |
[ἐ]ν Δήλωι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ πρόσο- | |
[δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
[με]τὰ τὰ ἱερά, ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλ- | |
15 | [λ]α πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις προ- |
ξένοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλί- | |
[ω]ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν | |
[βο]υλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱεροποι- | |
[οὺ]ς εἰς τὸ ἱερόν. Παρμενίων Πολυβούλου ἐπε- | |
20 | ψήφισεν. |
coronea laurea |