[ ]
Delos — 239-229 BC
1 | ἔδοξεν τῆι βουλῆ[ι] καὶ [τ]ῶι δήμωι· Συνώνυμος |
Θεαίου εἶπεν· ἐπε[ι]δὴ Α[ὐ]τοκλῆς Αἰνησιδήμου | |
Χαλκιδεὺς φίλος ὢν τοῦ βασιλέως Δημητρίου | |
καὶ πρόξενος καὶ εὐεργέτης τοῦ τε ἱεροῦ καὶ Δη- | |
5 | λίων τὴν πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν ποι̣- |
εῖται ἐν παντὶ καιρῶι καὶ λέγων καὶ πράττων | |
περὶ τῶν συμφερόντων τῶι τε ἱερῶι καὶ Δηλίοις | |
καὶ χρεία[ς] παρέχεται [καὶ κοι]νῆι τῆι πόλει [κ]αὶ [ἰ]δίαι | |
[ε]ἰς <ἃ> ἄν τις αὐτὸν πα[ρακα]λεῖ τῶν πο[λιτῶν· δεδό]- | |
10 | χθαι τῆι βουλῆι καὶ τῶι [δήμωι· στεφανῶσαι αὐτὸν] |
δάφνης στεφ[άνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱερο]- | |
κήρυ[κ]α ἐν τῶι [θ]ε[άτρωι ὅταν ἀγωνίζωνται οἱ χο]- | |
[ροὶ] τῶν παί[δων — — — — — — — — — — — — — —]. |