[ ] Delos — 240-230 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βούλων Τύννω-
νος εἶπεν· ἐπειδὴ Ἄδμητος πρόξενος ὢν χρείας
παρέσχηται πολλὰς καὶ μεγάλας τῶι ἱερῶι καὶ Δη-
λίοις καὶ κοινῆι καὶ καθ’ ἰδίαν ἀεὶ τοῖς ἐντυγχάνου-
5 σιν αὐτῶι τῶν πολιτῶν· ἵνα οὖν καὶ ὁ δῆμος εὐχά-
ριστος ὢν φαίνηται, ὅσοι τιμῶσι τὸ ἱερὸν καὶ εὐεργε-
τεῖν προείρηνται τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι
τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαί τε αὐτὸν
δάφνης στεφάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσί,
10 καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι
τοῖς Ἀπολλωνίοις, ὅταν ἀγωνίζωνται οἱ χοροὶ τῶν
PAI/DWN, TO/DE TO\ KH/RUGMA: STEFANOI= O( DH=MOS O( *DH-
λίων Ἄδμητον Βόκρου Μακεδόνα δάφνης στε-
φάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσὶν ἀρετῆ[ς]
15 ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐνοί-
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ
τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ βουλευ-
τήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. Κυνθιάδης
Τελέσωνος ἐπεψήφισεν.
Search Help
Contact Us