[ ]
Delos — 240-230 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βούλων Τύννω- |
νος εἶπεν· ἐπειδὴ Ἄδμητος πρόξενος ὢν χρείας | |
παρέσχηται πολλὰς καὶ μεγάλας τῶι ἱερῶι καὶ Δη- | |
λίοις καὶ κοινῆι καὶ καθ’ ἰδίαν ἀεὶ τοῖς ἐντυγχάνου- | |
5 | σιν αὐτῶι τῶν πολιτῶν· ἵνα οὖν καὶ ὁ δῆμος εὐχά- |
ριστος ὢν φαίνηται, ὅσοι τιμῶσι τὸ ἱερὸν καὶ εὐεργε- | |
τεῖν προείρηνται τὸν δῆμον τὸν Δηλίων· δεδόχθαι | |
τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαί τε αὐτὸν | |
δάφνης στεφάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσί, | |
10 | καὶ ἀναγορεῦσαι τὸν ἱεροκήρυκα ἐν τῶι θεάτρωι |
τοῖς Ἀπολλωνίοις, ὅταν ἀγωνίζωνται οἱ χοροὶ τῶν | |
παίδων, τόδε τὸ κήρυγμα· στεφανοῖ ὁ δῆμος ὁ Δη- | |
λίων Ἄδμητον Βόκρου Μακεδόνα δάφνης στε- | |
φάνωι τῶι ἱερῶι καὶ εἰκόσι χαλκαῖς δυσὶν ἀρετῆ[ς] | |
15 | ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τὸ ἱερὸν καὶ εὐνοί- |
ας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων· ἀναγράψαι δὲ | |
τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ βουλευ- | |
τήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. Κυνθιάδης | |
Τελέσωνος ἐπεψήφισεν. |