[ ]
Delos — mid-3rd c. BC
1 | [— — — — — — ε]ἶπεν· ἐπειδὴ |
[Ἰάσων Θεο]πρόπου Κυρηναῖος ἀνὴρ | |
[ἀγαθὸς ὢ]ν διατελεῖ περί τε τὸ ἱερὸν | |
[τ]ὸ ἐν Δήλωι καὶ τὸν δῆμον τὸν Δηλί- | |
5 | ων· δεδόχθαι τῶι δήμωι· εἶναι Ἰάσονα |
Θεοπρόπου Κυρηναῖον πρόξενον καὶ | |
εὐεργέτην τοῦ δήμου τοῦ Δηλίων | |
καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι | |
αὐτοῖς πάντων ἀτέλειαν καὶ προ- | |
10 | εδρίαν καὶ γῆς καὶ οἰκίας ἔγκτησιν |
καὶ πρόσο[δον] πρὸς τὴμ βουλὴν καὶ | |
τὸ[ν δ]ῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
καὶ ὑπάρχειν αὐτοῖς καὶ τἄλλα ὅσ[α]- | |
περ καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
15 | εὐεργέταις δέδοται ἐν Δήλωι· |
[ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
[τὴ]μ μὲν βουλὴν εἰς τὸ βουλευτή- | |
[ριον], τοὺς δὲ ἱεροποιοὺς | |
[εἰς τὸ] ἱερόν. |