IG XI,4 652
[ ] Delos — 240-230 BC
1 [— — — — — — — — — — — —]
[— — — — — — ἐπειδὴ Πυθάρατος]
[— — — — ἀνὴρ ἀγαθὸς ὢν διατ]ελεῖ
[περί τε τὸ ἱερὸν τὸ ἐν Δή]λωι καὶ Δη-
5 [λίους καὶ — — — — ἀ]γωνίζεται
[— — — — — — — —]#⁷άξωσιν καὶ
[λέγων ἀγαθὸν] ὅ τι ἂν δύνηται καὶ
[πράττων πε]ρί τε τὸ ἱερὸν καὶ Δη-
[λίους, καὶ] κοινῆι τοῖς ἐντυγχάνο[υ]-
10 [σιν αὐ]τῶι καὶ ἰδίαι χρείας παρε-
[χόμ]ενος διατελεῖ, οὗ ἄν τις αὐ-
[τὸν] παρακαλεῖ· περὶ δὴ τούτων δε-
[δ]όχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· εἶναι
Πυθάρατον καὶ τὸμ πατέρα αὐτοῦ Φί-
15 λερμον Φωκαεῖς προξένους τοῦ τε
ἱεροῦ καὶ Δηλίω[ν]· ὑπάρχειν δὲ αὐ-
τοῖς ἐν Δήλωι ἀ[τ]έλειαν καὶ προ-
εδρίαν καὶ γῆς κα[ὶ ο]ἰκίας ἔγκτησιν
καὶ πρόσοδον πρὸς [τ]ὴμ βουλὴν καὶ
20 τὸν δῆμον πρώτοι[ς] μετὰ τὰ ἱερὰ
καὶ αὐτοῖς καὶ ἐκγό[ν]οις· ὑπάρχει[ν]
[δὲ] αὐτοῖς ἃ καὶ τοῖς [ἄλλ]οις προξ[έ]-
[νοις] δέδοται ὑπὸ [Δηλίων — — —].
Search Help
Contact Us