[ ] Delos — mid-3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Ἀλεξέβιος Τίμωνος εἶπεν·
ἐπειδὴ Ἑρμα̣[ίδ]ας? ἀνὴρ ἀγαθὸς ὢν
διατελεῖ [καὶ εὔ]νους· δεδόχθαι
5 τῶι δήμ[ω]ι· πρ[όξενον] εἶν[αι] Δηλίων
καὶ εὐεργέτ[ην Ἑρ]μα̣[ίδαν?] Π̣[ρα]ξιδά-
μου Ῥόδιον καὶ αὐτὸν [καὶ ἐκγό]νου[ς]
καὶ εἶναι [αὐτοῖς ἀτέλει]αν ἐν Δή-
λωι πάντ[ων καὶ γῆς καὶ οἰκίας ἔγ]-
10 κτησιν καὶ π[ροεδρίαν ἐν] τοῖς ἀγῶσι[ν]
καὶ πρό[σοδον πρὸς τὴμ βουλ]ὴν καὶ
τὸν δῆμον [πρώτοις μ]ετὰ τὰ ἱερὰ
καὶ τἄλλα [ὑπάρ]χειν αὐτ[οῖς ὅσα]
καὶ τοῖς ἄλλοις π[ροξένοις καὶ εὐ]-
15 εργέταις τοῦ [τε ἱεροῦ καὶ τοῦ δήμου τοῦ]
[Δ]ηλ[ίων — — — — — — — — — —].
Search Help
Contact Us