[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Τέλλις |
Ἀριστοπάππου εἶπεν· ἐπειδὴ Κερκίδας | |
ἀνὴρ ἀγαθός ἐστι περί τε τὸ ἱερὸν καὶ τὴν | |
πόλιν τὴν Δηλίων καὶ ποιῶν ὅ τι δύναται | |
5 | ἀγαθὸν διατελεῖ τὸν δῆμον τὸν Δηλίων |
καὶ τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν | |
χρείαμ παρεχόμενος διατελεῖ φιλοτίμως | |
εἰς ὃ ἂν αὐτὸμ παρακαλῶσιν· δεδόχθαι τῶι δή- | |
μωι· εἶναι πρόξενον καὶ εὐεργέτην Κερκίδαν | |
10 | Νικοφάντου Σερίφιον καὶ αὐτὸν καὶ ἐγγόνους |
καὶ εἶναι αὐτοῖς ἐν Δήλωι ἀτέλειαν πάντων | |
καὶ προεδρίαν καὶ γῆς καὶ οἰκίας ἔγκτη- | |
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ | |
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· [ἀνα]- | |
15 | γράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ |
μὲν [β]ουλὴν εἰς τὸ βουλευτήριον, τοὺς [δὲ] | |
[ἱ]ερ[οποιοὺ]ς εἰς τὸ ἱερόν. |