[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν [τῆι βουλῆι] καὶ τῶι |
δήμωι· Ἀ[ντιχάρη]ς? Κτησι- | |
κλέους εἶπεν· ἐπειδὴ Νικό- | |
μαχος Ἱεροκλέους Ἀθηναῖ- | |
5 | ος ἀνὴρ ἀγαθὸς ὢν διατε- |
λεῖ περί τε τὸ ἱερὸν καὶ τὴν πό- | |
λιν τὴν Δηλίων· δεδόχθαι | |
τῶι δήμωι· εἶναι Νικόμαχον Ἱε- | |
ροκλέους Ἀθηναῖον πρόξενον | |
10 | τῆς πόλεως τῆς Δηλίων καὶ |
εὐεργέτην τοῦ ἱεροῦ καὶ αὐ- | |
τὸν καὶ ἐκγόνους καὶ δεδόσ- | |
θαι αὐτοῖς ἐν Δήλωι γῆς καὶ | |
οἰκίας ἔγκτησιν καὶ προεδρί- | |
15 | αν ἐν τοῖς ἀγῶσιν καὶ πρόσο- |
δον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ- | |
μον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ- | |
χειν δὲ αὐτοῖς ἐν Δήλωι καὶ τὰ | |
ἄλλα ὅσα δέδοται ὑπὸ τοῦ δ[ή]- | |
20 | μου τοῖς προξένοις τῆς πόλ[ε]- |
ως καὶ τοῦ ἱεροῦ εὐεργέταις· ἀν[α]- | |
γράψαι δὲ τόδε τὸ ψήφισμα τὴ[μ] | |
μὲν βουλὴν εἰς τὸ βουλευτήριον, | |
τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |