[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
Πραξικλῆς Μνησικλέους εἶπεν· ἐπειδὴ | |
Ἀριστάγορος ἀνὴρ ἀγαθὸς ὢν διατε- | |
λεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
5 | Δηλίων τοῖς τε ἐντυγχάνουσιν αὐ- |
τῶι τῶμ πολιτῶν καὶ κοινῆι καὶ ἰδίαι | |
χρείας παρέχεται εἰς ἃ ἂν παρακαλῆ- | |
ται ὑπὸ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ | |
τῶι δήμωι· εἶναι Ἀριστάγορον Σωτηρίσκου | |
10 | Κυθήριον πρόξενον καὶ εὐεργέτην |
τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
ἐκγόνους καὶ δεδόσθαι αὐτοῖς ἐν Δήλωι | |
πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· | |
15 | δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον |
πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον πρώ- | |
τοις μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ τόδε | |
τὸ ψήφισμα τὴμ μὲν βουλὴν εἰς τὸ | |
βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς | |
20 | εἰς τὸ ἱερόν. |