[ ] Delos — ca. 300-250 BC
1 [θε]ο[ί].
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· Πυρρίδης Μηλίκου εἶπεν·
ἐπειδὴ Διονύσιος χρείας πα-
5 ρεχόμενος διατελεῖ τοῖς
ἐντυγχάνουσιν αὐτῶι Δη-
λίων καὶ σῖτον ἀπέδοτο τῆ[ι]
πόλει πυρῶν μεδίμνους
πεντακοσίους τιμῆς ἧς ὁ δῆ-
10 μος αὐτὸν ἠξίωσεν· δεδόχθ-
αι τῶι δήμωι· εἶναι Διονύσιον
[Ἱε]ρω̣ν̣ύμου Βυζάντιον πρόξε-
νον καὶ εὐεργέτην τοῦ τε ἱε-
ροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ
15 [ἐκγόν]ους καὶ εἶναι αὐτοῖς [ἐν Δή]-
[λωι ἰ]σοτέλειαν καὶ γῆς καὶ οἰκία-
[ς ἔγκτησι]ν καὶ πρόσοδον πρὸ[ς]
τὴν βουλὴν καὶ τὸν δῆμον πρώ-
τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα
20 πάντα ὅσα ὑπάρχει τοῖς ἄλλο-
[ις] προξένοις καὶ εὐεργέταις τοῦ
τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα τὴν μὲν
βουλὴν εἰς τὸ βουλευτήριον,
25 [τ]οὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us