[ ]
Delos — ca. 300-250 BC
| 1 | [θε]ο[ί]. |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- | |
| μωι· Πυρρίδης Μηλίκου εἶπεν· | |
| ἐπειδὴ Διονύσιος χρείας πα- | |
| 5 | ρεχόμενος διατελεῖ τοῖς |
| ἐντυγχάνουσιν αὐτῶι Δη- | |
| λίων καὶ σῖτον ἀπέδοτο τῆ[ι] | |
| πόλει πυρῶν μεδίμνους | |
| πεντακοσίους τιμῆς ἧς ὁ δῆ- | |
| 10 | μος αὐτὸν ἠξίωσεν· δεδόχθ- |
| αι τῶι δήμωι· εἶναι Διονύσιον | |
| [Ἱε]ρω̣ν̣ύμου Βυζάντιον πρόξε- | |
| νον καὶ εὐεργέτην τοῦ τε ἱε- | |
| ροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ | |
| 15 | [ἐκγόν]ους καὶ εἶναι αὐτοῖς [ἐν Δή]- |
| [λωι ἰ]σοτέλειαν καὶ γῆς καὶ οἰκία- | |
| [ς ἔγκτησι]ν καὶ πρόσοδον πρὸ[ς] | |
| τὴν βουλὴν καὶ τὸν δῆμον πρώ- | |
| τοις μετὰ τὰ ἱερὰ καὶ τἄλλα | |
| 20 | πάντα ὅσα ὑπάρχει τοῖς ἄλλο- |
| [ις] προξένοις καὶ εὐεργέταις τοῦ | |
| τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι | |
| δὲ τόδε τὸ ψήφισμα τὴν μὲν | |
| βουλὴν εἰς τὸ βουλευτήριον, | |
| 25 | [τ]οὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν. |