[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
[μ]ωι· Κόνων Φωκαέως εἶπεν· | |
[ἐ]πειδὴ Αἰσχυλῖνος εὔνους | |
ὢν διατελεῖ περὶ τὸ ἱερὸν καὶ | |
5 | [τ]ὴμ πόλιν τὴν Δηλίων καὶ ποι- |
εῖ ὅ τι ἂν δύνηται ἀγαθὸν Δη- | |
λίους· δεδόχθαι τῆι βουλῆ[ι] | |
καὶ τῶι δήμωι· εἶναι πρόξε- | |
νον Αἰσχυλῖνον Θεοκρίνου | |
10 | Μιλήσιον καὶ εὐεργέτην |
τοῦ ἱεροῦ καὶ Δηλίων καὶ αὐ- | |
τὸν καὶ ἐκγόνους καὶ εἶναι α[ὐ]- | |
τοῖς ἐν Δήλωι ἀτέλειαμ πά- | |
ντων καὶ προεδρίαν καὶ γῆς | |
15 | καὶ οἰκίας ἔγκτησιν καὶ πρό- |
σοδομ πρώτοις πρὸς τὴμ βο[υ]- | |
[λ]ὴν καὶ τὸν δῆμον μετὰ τὰ [ἱε]- | |
[ρά· ὑ]πάρχειν δὲ αὐτοῖς κ[αὶ] | |
[τὰ ἄλλα] πάντα ὅσαπερ [καὶ] | |
20 | [τοῖς ἄλλοις π]ροξένοις καὶ εὐ]- |
[εργέταις τοῦ τε ἱερ]οῦ κα[ὶ Δη]- | |
[λίων δέδοται — — — — —]. |